α Οδυσσείας στιχ. 11-20


Ο ΟΔΥΣΣΕΑΣ ΚΑΙ Η ΚΑΛΥΨΩ

N.C. Wyeth 1929 ΙΔΙΩΤΙΚΗ .ΣΥΛΛΟΓΗ

Το παρόν και  το μέλλον του Οδυσσέα

 10

ἔνθ’ ἄλλοι μὲν πάντες, ὅσοι φύγον αἰπὺν ὄλεθρον,
οἴκοι ἔσαν, πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν·
τὸν δ’ οἶον, νόστου κεχρημένον ἠδὲ γυναικός,
νύμφη πότνι’ ἔρυκε Καλυψώ, δῖα θεάων,
ἐν σπέεσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι.
ἀλλ’ ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν,
τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι
εἰς Ἰθάκην, οὐδ’ ἔνθα πεφυγμένος ἦεν ἀέθλων
καὶ μετὰ οἷσι φίλοισι· θεοὶ δ’ ἐλέαιρον ἅπαντες
νόσφι Ποσειδάωνος· ὁ δ’ ἀσπερχὲς μενέαινεν    20
ἀντιθέῳ Ὀδυσῆϊ πάρος ἣν γαῖαν ἱκέσθαι.

Σύγχρονα  Ομηρικά Έπη